Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
- οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;
- τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν
- τὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει.
- οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,
- καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
- οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους
- ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
- ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
- καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
- οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·
- ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.
- χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
- σῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.
- χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
- τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται,