Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
  2. κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα
  3. κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.
  4. τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον
  5. δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν
  6. ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
  7. τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·
  8. ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
  9. ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη.
  10. τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
  11. ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.
  12. ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂν
  13. γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.
  14. τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας
  15. πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς
  16. Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,