Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
- θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
- εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
- Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,
- εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
- ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
- δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
- τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
- πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
- ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
- βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.
- κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος
- ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
- ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει
- βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.
- ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο·