Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
- τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
- εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.
- ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;
- καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
- τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
- χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
- ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
- τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
- δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε
- στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος
- λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.
- ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
- ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
- ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,
- ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
- τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
- ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
- βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.
- ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ