Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
- ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος
- φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·
- κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται
- χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
- κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε,
- βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
- πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
- χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.
- ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
- λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ
- μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
- μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω,
- κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
- γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
- ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
- ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην
- παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,
- οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
- ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,