Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι,
- εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
- ὑμεῖς δʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
- τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε
- μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα.
- ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον·
- ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως
- πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
- ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτόμαν.
- ἰὼ ἰὼ Πὰν Πάν,
- ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου
- πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ
- θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι
- Νύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς·
- νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
- Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
- ὁ Δάλιος εὔγνωστος
- ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
- ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.
- ἰὼ ἰώ, νῦν αὖ,