Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
  2. κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε,
  3. βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
  4. πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
  5. χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.
  6. ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
  7. λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ
  8. μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
  9. μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω,
  10. κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
  11. γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
  12. ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
  13. ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην
  14. παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,
  15. οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
  16. ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,