Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς
  2. θρηνήσει, χερόπλακτοι δʼ
  3. ἐν στέρνοισι πεσοῦνται
  4. δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
Χορός
  1. κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
  2. ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
  3. πολυπόνων Ἀχαιῶν,
  4. οὐκέτι συντρόφοις
  5. ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.
  6. ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
  7. παιδὸς δύσφορον ἄταν,
  8. ἃν οὔπω τις ἔθρεψεν
  9. αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
Αἴας
  1. ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος
  2. φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·
  3. κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται