Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
  2. τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
  3. εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.
  4. ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;
  5. καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
  6. τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
  7. χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
  8. ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
  9. τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
  10. δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε
  11. στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος
  12. λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.
  13. ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
  14. ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
  15. ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,
  16. ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον