Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μεγίστας ἀρετᾶς
  2. ἄφιλα παρʼ ἀφίλοις
  3. ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.
Χορός
  1. ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
  2. λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
  3. φρενομόρως ἀκούσῃ,
  4. αἴλινον αἴλινον
  5. οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
  6. ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς
  7. θρηνήσει, χερόπλακτοι δʼ
  8. ἐν στέρνοισι πεσοῦνται
  9. δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
Χορός
  1. κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
  2. ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
  3. πολυπόνων Ἀχαιῶν,
  4. οὐκέτι συντρόφοις
  5. ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.
  6. ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
  7. παιδὸς δύσφορον ἄταν,
  8. ἃν οὔπω τις ἔθρεψεν