Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
- καί μοι δυσθεράπευτος Αἴας
- ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
- θείᾳ μανίᾳ ξύναυλος·
- ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
- κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώτας
- φίλοις μέγα πένθος ηὕρηται.
- τὰ πρὶν δʼ ἔργα χεροῖν
- μεγίστας ἀρετᾶς
- ἄφιλα παρʼ ἀφίλοις
- ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.
- ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
- λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
- φρενομόρως ἀκούσῃ,
- αἴλινον αἴλινον
- οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς