Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πρὸς θεῶν, μαλάσσου.
Αἴας
  1. μῶρά μοι δοκεῖς φρονεῖν,
  2. εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
Χορός
  1. ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
  2. ναίεις ἁλίπλακτος, εὐδαίμων,
  3. πᾶσιν περίφαντος ἀεί·
  4. ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος
  5. Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶν
  6. ἀνήριθμος αἰὲν εὐνῶμαι
  7. χρόνῳ τρυχόμενος,
  8. κακὰν ἐλπίδʼ ἔχων
  9. ἔτι μέ ποτʼ ἀνύσειν
  10. τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
Χορός
  1. καί μοι δυσθεράπευτος Αἴας
  2. ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
  3. θείᾳ μανίᾳ ξύναυλος·
  4. ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
  5. κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώτας
  6. φίλοις μέγα πένθος ηὕρηται.
  7. τὰ πρὶν δʼ ἔργα χεροῖν