Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. σὺ δʼ οὐχὶ πείσει;
Αἴας
  1. πόλλʼ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
  1. ταρβῶ γάρ, ὦναξ.
Αἴας
  1. οὐ ξυνέρξεθʼ ὡς τάχος;
Τέκμησσα
  1. πρὸς θεῶν, μαλάσσου.
Αἴας
  1. μῶρά μοι δοκεῖς φρονεῖν,
  2. εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
Χορός
  1. ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
  2. ναίεις ἁλίπλακτος, εὐδαίμων,
  3. πᾶσιν περίφαντος ἀεί·
  4. ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος
  5. Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶν
  6. ἀνήριθμος αἰὲν εὐνῶμαι
  7. χρόνῳ τρυχόμενος,
  8. κακὰν ἐλπίδʼ ἔχων
  9. ἔτι μέ ποτʼ ἀνύσειν