Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.
  2. ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου
  3. καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους
  4. δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
  5. πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
  6. θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορός
  1. δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν·
  2. οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
  1. ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;
Αἴας
  1. μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.
Τέκμησσα
  1. οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
  2. καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
  1. ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖς
  2. ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;
Τέκμησσα
  1. εὔφημα φώνει.
Αἴας
  1. τοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
  1. σὺ δʼ οὐχὶ πείσει;
Αἴας
  1. πόλλʼ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
  1. ταρβῶ γάρ, ὦναξ.
Αἴας
  1. οὐ ξυνέρξεθʼ ὡς τάχος;