Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.
- ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου
- καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους
- δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
- πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
- θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
- δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν·
- οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
- ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;
- μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.
- οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
- καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
- ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖς
- ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;
- εὔφημα φώνει.
- τοῖς ἀκούουσιν λέγε.