Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.
  2. τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
  3. λείψω τροφῆ τʼ ἄοκνον ἔμπα, κεἰ τανῦν
  4. τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
  5. ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
  6. ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν,
  7. κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως
  8. τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
  9. Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω,
  10. ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
  11. μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
  12. καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς
  13. θήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός.
  14. ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
  15. Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
  16. πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·