Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;
  2. τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.
  3. ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
  4. μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
  5. χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·
  6. ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
  7. οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
  1. Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
  2. θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.
Αἴας
  1. καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
  2. ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
  1. ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.
Αἴας
  1. κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
Τέκμησσα
  1. καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.
Αἴας
  1. ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τέκμησσα
  1. μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
  1. πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
  1. ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.
Αἴας
  1. ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
  1. τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;