Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.
- καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
- τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
- ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
- ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
- ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
- καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.
- αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ
- νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
- εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.
- ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
- δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
- ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
- τὰ δʼ ἄλλʼ ὅμοιος· καὶ γένοιʼ ἂν οὐ κακός.
- καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
- ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνει κακῶν·
- ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
- τὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόν
- ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
- ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς