Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
- ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
- καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
- λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν
- Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
- οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.
- τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
- σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
- ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
- γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
- πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
- θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
- οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
- τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
- ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
- κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.
- ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω
- πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει,
- καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε
- καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.