Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω
  2. πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει,
  3. καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε
  4. καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
  5. τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;
  6. τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.
  7. ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
  8. μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
  9. χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·
  10. ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
  11. οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
  1. Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
  2. θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.
Αἴας
  1. καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
  2. ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
  1. ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.