Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
  2. ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
  3. καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
  4. λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν
  5. Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
  6. οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.
  7. τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
  8. σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
  9. ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
  10. γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
  11. πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
  12. θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
  13. οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
  14. τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
  15. ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
  16. κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.