Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
- καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.
- ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
- μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
- πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
- ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.
- ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
- τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;
- δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.
- καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
- τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
- ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
- ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
- ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
- καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.
- αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ