Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
  2. ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
  3. τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον.
Χορός
  1. οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,
  2. Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·
  3. παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
  4. γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τέκμησσα
  1. ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης
  2. οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
  3. ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
  4. εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
  5. νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ που
  6. καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
  7. τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
  8. καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς
  9. εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
  10. μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
  11. τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι.
  12. ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
  13. ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ