Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·
- παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
- γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
- ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης
- οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
- ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
- εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
- νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ που
- καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
- τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
- καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς
- εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
- μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
- τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι.
- ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
- ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ