Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν
- πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
- καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
- ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.
- οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
- τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ
- μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
- αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
- κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
- τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει
- προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
- οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
- ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
- ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
- τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον.
- οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,