Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,
- ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
- πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
- μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
- καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
- Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν
- γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
- ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
- οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν
- πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
- καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
- ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.
- οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
- τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ
- μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
- αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
- κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
- τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει
- προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
- οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν