Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
- ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν
- ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
- ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
- κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,
- ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
- βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
- καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
- ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,
- ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
- πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
- μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
- καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
- Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν
- γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
- ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;