Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
- οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
- ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.
- καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·
- εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
- κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
- οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.
- νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
- ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.
- κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι
- γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
- δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.
- νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
- ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν
- ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
- ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
- κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,
- ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
- βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
- καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς