Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς
  2. τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ
  3. πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
  4. ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
  5. Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
  6. οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
  7. ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.
  8. καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·
  9. εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
  10. κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
  11. οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.
  12. νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
  13. ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.
  14. κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι
  15. γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
  16. δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.