Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
  2. ὦ Σκαμάνδριοι
  3. γείτονες ῥοαί,
  4. εὔφρονες Ἀργείοις,
  5. οὐκέτʼ ἄνδρα μὴ
  6. τόνδʼ ἴδητʼ, ἔπος
  7. ἐξερῶ μέγʼ, οἷον οὔτινα
  8. Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ
  9. Ἑλλανίδος· τανῦν δʼ ἄτιμος
  10. ὧδε πρόκειμαι.
Χορός
  1. οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν
  2. ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
Αἴας
  1. αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον
  2. τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
  3. νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
  4. καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·