Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
- ἐρεμνὸν αἷμʼ ἔδευσα.
- τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;
- οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν.
- ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶ
- κακῶν ὄργανον, τέκνον Λαρτίου,
- κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,
- ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.
- ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
- ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος.
- ἰώ μοί μοι.
- μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;
- ὦ Ζεῦ, προγόνων προπάτωρ,
- πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
- τούς τε δισσάρχας ὀλέσσας βασιλῆς
- τέλος θάνοιμι καὐτός;
- ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν
- εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
- ἰὼ
- σκότος, ἐμὸν φάος,