Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἀμφίδρομον κυκλεῖται.
Χορός
  1. οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
  2. δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
Αἴας
  1. ἰὼ
  2. γένος ναΐας ἀρωγὸν τέχνας,
  3. ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
  4. σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντʼ·
  5. ἀλλά με συνδάϊξον.
Χορός
  1. εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
  2. ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
Αἴας
  1. ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
  2. τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
  3. ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
  4. ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
  1. μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.
Αἴας
  1. οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
  2. αἰαῖ αἰαῖ.
Χορός
  1. ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
  1. ὦ δύσμορος, ὃς χερὶ μὲν
  2. μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι