Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
- ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,
- ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων
- ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων.
- ἀλλά μʼ ἁ Διὸς
- ἀλκίμα θεὸς
- ὀλέθριʼ αἰκίζει.
- ποῖ τις οὖν φύγῃ;
- ποῖ μολὼν μενῶ;
- εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδʼ
- ὁμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα,
- πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
- χειρὶ φονεύοι.
- ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον
- φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.
- ἰὼ
- πόροι ἁλίρροθοι
- πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον,
- πολὺν πολύν με δαρόν τε δὴ
- κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ