Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Αἴας
  1. ἰώ μοί μοι.
Τέκμησσα
  1. τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
  2. Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
Αἴας
  1. ἰώ μοί μοι.
Χορός
  1. ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
  2. νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Αἴας
  1. ἰὼ παῖ παῖ.
Τέκμησσα
  1. ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
  2. τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.
Αἴας
  1. Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
  2. λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;
Χορός
  1. ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε.
  2. τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.
Τέκμησσα
  1. ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι
  2. τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
Αἴας
  1. ἰὼ
  2. φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
  3. μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ,
  4. ἴδεσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης