Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη,
- εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
- κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ.
- κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον
- ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
- ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
- ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ·
- πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
- τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν·
- ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων
- ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
- νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
- ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
- σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·
- καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
- τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
- ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην,
- ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι·
- φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
- Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις