Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα·
- γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
- κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος.
- καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
- ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
- ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν.
- καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων
- ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
- ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
- τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
- λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
- τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
- ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών·
- κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
- ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
- καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
- παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοις
- νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου,
- κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
- καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·