Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς,
- ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
- νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
- κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
- ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
- ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά;
- ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ
- πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
- μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
- ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.
- τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
- δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
- ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
- κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι
- λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν
- ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.
- κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς,
- Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων
- κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
- σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.