Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
  2. ποντοπόρῳ ναῒ μεθεῖναι.
  3. τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
  4. καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
  5. ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει.
Τέκμησσα
  1. οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
  2. ᾄξας ὀξὺς νότος ὣς λήγει,
  3. καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·
  4. τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
  5. μηδενὸς ἄλλου παραπράξαντος,
  6. μεγάλας ὀδύνας ὑποτείνει.
Χορός
  1. ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ·
  2. φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
  1. πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
  2. φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
  3. ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
  1. τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Τέκμησσα
  1. ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
  1. πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις.
Τέκμησσα
  1. ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ,