Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
- τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
- τὰν ὁ μέγας μῦθος ἀέξει.
- οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ
- θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς
- κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
- ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν
- δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
- ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας,
- τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ.
- δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν
- τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
- ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω
- κίονι δήσας
- μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
- παίει λιγυρᾷ μάστιγι διπλῇ,
- κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων
- κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
- ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι
- κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι