Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν,
  2. ἔχομεν στοναχὰς οἱ κηδόμενοι
  3. τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
  4. νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
  5. Αἴας θολερῷ
  6. κεῖται χειμῶνι νοσήσας.
Χορός
  1. τί δʼ ἐνήλλακται τῆς ἡμερίας
  2. νὺξ ἥδε βάρος;
  3. παῖ τοῦ Φρυγίου Τελεύταντος,
  4. λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτον
  5. στέρξας ἀνέχει θούριος Αἴας·
  6. ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις.
Τέκμησσα
  1. πῶς δῆτα λέγω λόγον ἄρρητον;
  2. θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
  3. μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
  4. νύκτερος Αἴας ἀπελωβήθη.
  5. τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον
  6. χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ,
  7. κείνου χρηστήρια τἀνδρός.
Χορός
  1. οἵαν ἐδήλωσας ἀνέρος αἴθονος