Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μαχαναῖς ἐτίσατο λώβαν;
Χορός
  1. οὔ ποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,
  2. παῖ Τελαμῶνος, ἔβας
  3. τόσσον, ἐν ποίμναις πίτνων·
  4. ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι
  5. καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
  6. εἰ δʼ ὑποβαλλόμενοι
  7. κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
  8. ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
  9. μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις
  10. ὄμμʼ ἔχων κακὰν φάτιν ἄρῃ.
Χορός
  1. ἀλλʼ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
  2. στηρίζει ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ
  3. ἄταν οὐρανίαν φλέγων.
  4. ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβητα
  5. ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
  6. πάντων καγχαζόντων
  7. γλώσσαις βαρυάλγητα·
  8. ἐμοὶ δʼ ἄχος ἕστακεν.
Τέκμησσα
  1. ναὸς ἀρωγοὶ τῆς Αἴαντος,