Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων.
  2. ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους
  3. τούτων γνώμας προδιδάσκειν.
  4. ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
  5. χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ
  6. ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
  7. ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν,
  8. παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·
  9. μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες
  10. τάχʼ ἂν ἐξαίφνης, εἰ σὺ φανείης,
  11. σιγῇ πτήξειαν ἄφωνοι.
Χορός
  1. ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—
  2. ὦ μεγάλα φάτις, ὦ
  3. μᾶτερ αἰσχύνας ἐμᾶς—
  4. ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
  5. ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
  6. ἤ ῥα κλυτῶν ἐνάρων
  7. ψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας;
  8. ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιος
  9. μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις