Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
- μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς
- ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
- λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν
- βοτὰ καὶ λείαν,
- ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,
- κτείνοντʼ αἴθωνι σιδήρῳ.
- τοιούσδε λόγους ψιθύρους πλάσσων
- εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
- καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
- εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
- τοῦ λέξαντος χαίρει μᾶλλον
- τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
- τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
- οὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦ
- τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
- πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.
- καίτοι σμικροὶ μεγάλων χωρὶς
- σφαλερὸν πύργου ῥῦμα πέλονται·
- μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν