Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν
- δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
- ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ,
- οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·
- ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
- εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
- τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
- μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
- μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον
- ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
- ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
- ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
- θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
- Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
- Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
- σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·
- σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
- λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
- μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
- πτηνῆς ὡς ὄμμα πελείας.