Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
  2. ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
  3. αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
  4. λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
  5. τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρ
  6. μνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
  7. κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
  8. τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
  9. σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
  10. τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν,
  11. μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·
  12. τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
  13. θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
  14. ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ
  15. ἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Ὀδυσσεύς
  1. ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλον
  2. πράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν.
Τεῦκρος
  1. ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
  2. χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον
  3. χερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον