Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι.
- ἦ πάνθʼ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
- τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν;
- σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
- ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσει.
- ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ ὡς ἐγὼ
- σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν,
- οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶς
- ἔχθιστος ἔσται· σοὶ δὲ δρᾶν ἔξεσθʼ ἃ χρῇς.
- ὅστις σʼ, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
- φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστʼ ἀνήρ.
- καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδʼ ἀγγέλλομαι,
- ὅσον τότʼ ἐχθρὸς ἦ, τοσόνδʼ εἶναι φίλος.
- καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
- καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
- χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
- ἄριστʼ Ὀδυσσεῦ, πάντʼ ἔχω σʼ ἐπαινέσαι
- λόγοισι, καί μʼ ἔψευσας ἐλπίδος πολύ.
- τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
- μόνος παρέστης χερσίν, οὐδʼ ἔτλης παρὼν