Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων
  2. θέσθʼ ἐπίκαιρον·
  3. μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη
  4. τὸν ὑπασπίδιον κόσμον φερέτω.
  5. παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις,
  6. φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
  7. τάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶ
  8. σύριγγες ἄνω φυσῶσι μέλαν
  9. μένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
  10. φησὶ παρεῖναι, σούσθω, βάτω,
  11. τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷ
  12. κοὐδενί πω λῴονι θνητῶν
  13. Αἴαντος, ὅτʼ ἦν, τότε φωνῶ.
Χορός
  1. ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
  2. γνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντις
  3. τῶν μελλόντων, ὅ τι πράξει.