Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
- οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
- ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
- ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
- σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
- εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
- φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω.
- ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν
- μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·
- μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω
- τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
- κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ,
- ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων,
- ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ
- οὐκ ἀντατιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν
- ἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
- Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
- ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι·
- οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
- φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι,