Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
- ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου
- κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
- ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών,
- ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
- δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς;
- οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
- ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
- Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε δυσσεβέστατον,
- προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
- αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ
- λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ
- ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
- τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν;
- ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
- ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν
- ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν
- βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν
- δώρημα κείνῳ ʼδωκεν Ἀλκμήνης γόνος.
- ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖν