Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
- φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
- χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται,
- εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρῶν λόγων,
- Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
- τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
- ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.
- ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη,
- οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα
- ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
- ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
- ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
- ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
- πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
- πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
- τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε,
- ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
- ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;
- χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
- λαχών τε κἀκέλευστος ἦλθʼ ἐναντίος,